Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.172 Joseph. AJ 5.177 (English) >>Joseph. AJ 5.182

5.175

Ὅμοια δὲ τούτοις παθεῖν καὶ τὴν Δάνην συνέβη φυλὴν ἐξ αἰτίας τοιαύτης εἰς τοῦτο προαχθεῖσαν. 5.176τῶν Ἰσραηλιτῶν ἐκλελοιπότων ἤδη τὴν ἐν τοῖς πολέμοις ἄσκησιν καὶ πρὸς τοῖς ἔργοις ὄντων τῆς γῆς Χαναναῖοι καταφρονήσαντες αὐτῶν συνεποιήσαντο δύναμιν, οὐδὲν μὲν αὐτοὶ πείσεσθαι προσδοκῶντες, ὡς δὲ βεβαίαν τὴν τοῦ ποιήσειν κακῶς τοὺς Ἑβραίους ἐλπίδα λαβόντες ἐπʼ ἀδείας τὸ λοιπὸν οἰκεῖν τὰς πόλεις ἠξίουν. 5.177ἅρματά τε οὖν παρεσκευάζοντο καὶ τὸ ὁπλιτικὸν συνεκρότουν αἵ τε πόλεις αὐτῶν συνεφρόνουν καὶ τῆς Ἰούδα φυλῆς τὴν Ἀσκάλωνα καὶ Ἀκαρῶνα παρεσπάσαντο ἄλλας τε πολλὰς τῶν ἐν τῷ πεδίῳ καὶ Δανίτας εἰς τὸ ὄρος ἠνάγκασαν συμφυγεῖν οὐδὲ ὀλίγον αὐτοῖς ἐπιβατὸν τοῦ πεδίου καταλιπόντες. 5.178οἱ δʼ οὔτε πολεμεῖν ὄντες ἱκανοὶ γῆν τε οὐκ ἔχοντες ἀρκοῦσαν πέμπουσιν ἐξ αὐτῶν πέντε ἄνδρας εἰς τὴν μεσόγειον κατοψομένους γῆν, εἰς ἣν μετοικήσαιντο. οἱ δʼ οὐ πόρρω τοῦ Λιβάνου ὄρους καὶ ἐλάσσονος Ἰορδάνου τῶν πηγῶν κατὰ τὸ μέγα πεδίον Σιδῶνος πόλεως ὁδὸν ἡμέρας μιᾶς προελθόντες καὶ κατασκεψάμενοι γῆν ἀγαθὴν καὶ πάμφορον σημαίνουσι τοῖς αὑτῶν· οἱ δʼ ὁρμηθέντες στρατῷ κτίζουσιν αὐτόθι πόλιν Δάνα ὁμώνυμον τῷ Ἰακώβου παιδὶ φυλῆς δʼ ἐπώνυμον τῆς αὐτῶν. 5.179

Τοῖς δʼ Ἰσραηλίταις προύβαινεν ὑπό τε ἀπειρίας τοῦ πονεῖν τὰ κακὰ καὶ ἀπὸ τῆς περὶ τὸ θεῖον ὀλιγωρίας· μετακινηθέντες γὰρ ἅπαξ τοῦ κόσμου τῆς πολιτείας ἐφέροντο πρὸς τὸ καθʼ ἡδονὴν καὶ βούλησιν ἰδίαν βιοῦν, ὡς καὶ τῶν ἐπιχωριαζόντων παρὰ τοῖς Χαναναίοις ἀναπίμπλασθαι κακῶν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.172 Joseph. AJ 5.177 (English) >>Joseph. AJ 5.182

Powered by PhiloLogic